Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.245 Joseph. AJ 11.250 (English) >>Joseph. AJ 11.255

11.248 δʼ οὐ βουλόμενος ἀργῶς ἀπολέσαι τὴν ἀγρυπνίαν, ἀλλʼ εἴς τι τῶν τῇ βασιλείᾳ διαφερόντων αὐτὴν ἀναλῶσαι, τὸν γραμματέα κομίσαντα καὶ τῶν πρὸ αὐτοῦ βασιλέων τὰ ὑπομνήματα καὶ τῶν ἰδίων πράξεων ἀναγινώσκειν αὐτῷ προσέταξεν. 11.249κομίσαντος δὲ καὶ ἀναγινώσκοντος εὑρέθη τις διʼ ἀριστείαν ἔν τινι γέρας εἰληφὼς χώραν, ἧς καὶ τὸ ὄνομα ἐγέγραπτο. ἕτερον δὲ διὰ πίστιν τετυχηκότα δωρεᾶς μηνύων ἦλθεν καὶ ἐπὶ Γαβαταῖον καὶ Θεοδέστην τοὺς ἐπιβουλεύσαντας εὐνούχους τῷ βασιλεῖ, ὧν μηνυτὴς Μαρδοχαῖος ἦν γεγενημένος. 11.250φράσαντος δὲ τοῦτο μόνον τοῦ γραμματέως καὶ μεταβαίνοντος εἰς ἑτέραν πρᾶξιν ἐπέσχεν βασιλεὺς πυνθανόμενος, εἰ μὴ ἔχει γέρας αὐτῷ δοθὲν ἀναγεγραμμένον. δʼ ὡς ἔφη μηδὲν εἶναι, κελεύσας ἡσυχάζειν, τίς τῆς νυκτὸς ὥρα, παρὰ τῶν ἐπὶ τούτῳ τεταγμένων ἐπυνθάνετο. 11.251μαθὼν δʼ, ὡς ὄρθρος ἐστὶν ἤδη, προσέταξεν τῶν φίλων ὃν ἂν πρὸ τῆς αὐλῆς εὕρωσιν ἤδη παρόντα τοῦτον αὐτῷ δηλοῦν. ἔτυχέν τε ὥστε Ἀμάνην εὑρεθῆναι· θᾶττον γὰρ τῆς συνήθους ὥρας ἐληλύθει περὶ τοῦ Μαρδοχαίου θανάτου δεησόμενος αὐτοῦ. 11.252τῶν οὖν θεραπόντων εἰπόντων, ὅτι Ἀμάνης εἴη πρὸ τῆς αὐλῆς, ἐκέλευσεν αὐτὸν εἰσκαλέσαι. εἰσελθόντος δέφίλον, εἶπεν, εἰδὼς ἐμαυτῷ σὲ μόνον εὔνουν συμβουλεῦσαί μοι παρακαλῶ, πῶς ἂν τιμήσαιμι τινὰ στεργόμενον ὑπʼ


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.245 Joseph. AJ 11.250 (English) >>Joseph. AJ 11.255

Powered by PhiloLogic